Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.328 Joseph. AJ 19.333 (English) >>Joseph. AJ 19.338

19.331ἡδεῖα γοῦν αὐτῷ δίαιτα καὶ συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. διὰ πάσης γοῦν αὑτὸν ἦγεν ἁγνείας οὐδʼ ἡμέρα τις παρώδευεν αὐτῷ τὰ νόμιμα χηρεύουσα θυσίας. 19.332

Καὶ δή τις ἐν τοῖς Ἱεροσολύμοις ἀνὴρ ἐπιχώριος ἐξακριβάζειν δοκῶν τὰ νόμιμα, Σίμων ἦν ὄνομα τούτῳ, πλῆθος εἰς ἐκκλησίαν ἁλίσας τηνικάδε τοῦ βασιλέως εἰς Καισάρειαν ἐκδεδημηκότος ἐτόλμησεν αὐτοῦ κατειπεῖν, ὡς οὐχ ὅσιος εἴη, δικαίως δʼ ἂν εἴργοιτο τοῦ ναοῦ τῆς εἰσόδου προσηκούσης τοῖς ἐγγενέσιν. 19.333δηλοῦται μὲν δὴ διὰ γραμμάτων ὑπὸ τοῦ στρατηγοῦ τῆς πόλεως τῷ βασιλεῖ δημηγορήσας Σίμων ταῦτα, μεταπέμπεται δὲ αὐτὸν βασιλεὺς καί, καθέζετο γὰρ ἐν τῷ θεάτρῳ τότε, καθεσθῆναι παρʼ αὐτὸν ἐκέλευσεν. ἠρέμα τε καὶ πρᾴωςεἰπέ μοι, φησίν, τί τῶν ἐνθάδε 19.334γινομένων ἐστὶ παράνομον;” δὲ εἰπεῖν ἔχων οὐδὲν τυχεῖν ἐδεῖτο συγγνώμης. ἀλλὰ βασιλεὺς αὐτῷ προσεδόκησέν τις διηλλάττετο τὴν πρᾳότητα κρίνων βασιλικωτέραν ὀργῆς καὶ πρέπειν εἰδὼς τοῖς μεγέθεσι θυμοῦ πλέον ἐπιείκειαν. τὸν Σίμωνα γοῦν καὶ δωρεᾶς τινος ἀξιώσας ἀπεπέμπετο. 19.335

Πολλοῖς δὲ κατασκευάσας πολλὰ Βηρυτίους ἐξαιρέτως ἐτίμησεν· θέατρον γὰρ αὐτοῖς κατεσκεύασε πολυτελείᾳ τε καὶ κάλλει πολλῶν διαφέρον ἀμφιθέατρόν τε πολλῶν ἀναλωμάτων βαλανεῖα πρὸς τούτοις καὶ στοάς, ἐν οὐδενὶ τῶν ἔργων στενότητι δαπανημάτων τὸ κάλλος ἀδικήσας τὸ μέγεθος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.328 Joseph. AJ 19.333 (English) >>Joseph. AJ 19.338

Powered by PhiloLogic